Anyte van Tegea  twintig epigrammen
 (Oudgriekse tekst)
 
 

AP 6.123 = G.P. I (664-7) = Geogh. 1

῾Έσταθι τῇδε, krάνεια βροτοκτόνε, μηδ᾿ ἔτι λυγρόν
χάλκεον ἀμφ᾿ ὄνυχα στάζε φόνον δηΐων,
ἄλλ᾿ ἀνὰ μαρμάρεον δόμον εἱμένα αἰπὺν ᾿Αθάνας
ἄγγελλ᾿ ἀνορέαν Κρητὸς ᾿Εχεκρατίδα.
 
 

ΑP 6.153 = G.P. II (668-71) = Geogh. 2

Βουχανδὴς ὁ λέβης· ὁ δὲ θεὶς Ἐριασπίδα υἰός
Κλεύβοτος, ἁ πάτρα δ᾿ εὐρύχορος Τεγέα·
τἀθάνᾳ δὲ τὸ δῶρον, Ἀριστοτέλης δ᾿ ἐπόησεν
Κλειτόριος, γενέτῳ ταὐτὸ λαχὼν ὄνομα.
 
 

AP16.291 = G.P. III (672-5) = Geogh. 3

Φριξοκόμᾳ τόδε Πανὶ καὶ αὐλιάσιν θέτο Νύμφαις
δῶρον ὑπὸ σκοπιᾶς Θεύδοτος οἰονόμος,
οὕνεχ΄ ὑπο ζαθέοιο θέρευς μέγα κεκμηῶτα
παῦσαν ὀρέξασαι χερσὶ μελιχρὸν ὕδωρ.
 
 

AP 7.724 = G.P. IV (676-9) = Geogh. 4

Ἥβα μέν σε, πρόαρχε, ἕσαν· παίδων ἅτε ματρός,
Φειδία, ἐν δνοφερῷ πένθει ἔθου φθίμενος,
ἀλλὰ καλόν τοι ὕπερθεν ἔπος τόδε πέτρος ἀείδει
ὡς ἔθανες πρὸ φίλας μαρνάμενος πατρίδος.
 
 
 

AP 7.486 = G.P. V (680-3) = Geogh. 5

Πολλάκι τῷδ᾿ ὀλοφυδνὰ κόρας ἐπὶ σήματι Κλείνα
μάτηρ ὠκύμορον παῖδ᾿ ἐβόασε φίλαν,
ψυχὰν ἀγκαλέουσα Φιλαινίδος, ἅ πρὸ γάμοιο
χλωρὸν ὑπὲρ ποταμοῦ χεῦμ᾿ Ἀχέροντος ἔβα.
 
 
 

ΑP 7.490 = G.P. VI (684-7) = Geogh. 6

Παρθένον Ἀντιβίαν κατοδύρομαι, ἇς ἐπὶ πολλοί
νυμφίοι ἱέμενοι πατρὸς ἵκοντο δόμον
κάλλευς καὶ πινυτᾶτος ἀνὰ κλέος· ἀλλ᾿ ἐπὶ πάντων
ἐλπίδας οὐλομένα Μοῖρ' ἐκύλισε πρόσω.
 
 
 

ΑP 7.646 = G.P. VII (688-91) = Geogh. 7

Λοίσθια δὴ τάδε πατρὶ φίλῳ περὶ χεῖρε βαλοῦσα
εἶπ᾿ Ἐρατὼ χλωροῖς δάκρυσι λειβομένα,
Ὦ πάτερ, οὔ τοι ἔτ᾿ εἰμί, μέλας δ᾿ ἐμὸν ὄμμα καλύπτει
ἤδη ἀποφθιμένης κυάνεος θάνατος.
 
 
 

ΑP 7.649 = G.P. VIII (692-5) = Geogh. 8

Ἀντί τοι εὐλεχέος θαλάμου σεμνῶν θ᾿ ὐμεναίων
μάτηρ στῆσε τάφῳ τῷδ᾿ ἔπι μαρμαρίνῳ
παρθενικὰν μέτρον τε τεὸν καὶ κάλλος ἔχοισαν,
Θερσί, ποτιφθεγκτὰ δ᾿ ἔπλεο καὶ φθιμένα.
 
 
 

ΑP 7.208 = G.P. IX (696-9) = Geogh. 9

Μνᾶμα τόδε φθιμένου μενεδαΐου εἵσατο Δᾶμις
ἵππου ἐπεὶ στέρνον τοῦδε δαφοινὸν Ἄρης
τύψε, μέλαν δέ οἱ αἷμα ταλαυρίνου διὰ χρωτός
ζέσσ᾿, ἐπὶ δ᾿ ἀργαλέαν βῶλον ἔδευσε φόνῳ.
 
 
 

Pollux 5.48 = G.P. X (700-3) = Geogh. 10

Ὤλεο δή ποτε καὶ σὺ πολύρριζον παρὰ θάμνον,
Λόκρι, φιλοφθόγγων ὠκυτάτη σκυλάκων,
τοῖον ἐλαφρίζοντι τεῷ ἐγκάτθετο κώλῳ
ἰὸν ἀμείλικτον ποικιλόδειρος ἔχις.
 
 
 

ΑP 7.202 = G.P. XI (704-7) = Geogh. 11

Οὐκέτι μ᾿ ὡς τὸ πάρος πυκιναῖς πτερύγεσσιν ἐρέσσων
ὄρσεις ἐξ εὐνῆς ὄρθριος ἐγρόμενος,
ἦ γάρ σ᾿ ὑπνώοντα σίνις λαθρηδὸν ἐπελθών
ἔκτεινεν λαιμῷ ῥίμφα καθεὶς ὄνυχα.
 
 
 

ΑP 7.215 = G.P. XII (708-13) = Geogh. 12

Οὐκέτι δὴ πλωτοῖσιν ἀγαλλόμενος πελάγεσσιν
αὐχέν᾿ ἀναρρίψω βυσσόθεν ὀρνύμενος,
οὐδὲ περὶ σκαλμοῖσι νεὼς περικαλλέα χείλη
ποιφύσσω τἀμᾷ τερπόμενος προτομᾷ,
ἀλλὰ με πορφυρέα πόντου νοτὶς ὦσ᾿ ἐπὶ χέρσον,
κεῖμαι δὲ ῥαδινὰν τάνδε παρ' ἠιόνα.
 
 
 

AP 6.312 = G.P. XIII (714-7) = Geogh. 13

Ἡνία δή τοι παῖδες ἐνί, τράγε, φοινικόεντα
θέντες καὶ λασίῳ φιμὰ περὶ στόματι
ἵππια παιδεύουσι θεοῦ περὶ ναὸν ἄεθλα
ὄφρ' αὐτοὺς φορέῃς ἤπια τερπομένους.
 
 
 

ΑP 9.745 = G.P. XIV (718-21) = Geogh. 14

Θάεο τὸν Βρομίου κεραὸν τράγον, ὡς ἀγερώχως
ὄμμα κατὰ λασιᾶν γαῦρον ἔχει γενύων
κυδιόων ὅτι οὗ θάμ᾿ ἐν οὔρεσιν ἀμφὶ παρῇδα
βόστρυχον εἰς ῥοδέαν Ναῒς ἔδεκτο χέρα.
 
 
 

ΑP 9.144 = G.P. XV (722-5) = Geogh. 15

Κύπριδος οὗτος ὁ χῶρος, ἐπεὶ φίλον ἔπλετο τήνᾳ
αἰὲν ἀπ᾿ ἠπείρου λαμπρὸν ὁρῆν πέλαγος,
ὄφρα φίλον ναύτῃσι τελῇ πλόον· ἀμφὶ δὲ πόντος
δειμαίνει λιπαρὸν δερκόμενος ξόανον.
 
 
 

ΑP 9.313 = G.P. XVI (726-9) = Geogh. 16

Ἵζευ ἅπας ὑπὸ καλὰ δάφνας εὐθαλέα φύλλα
ὡραίου τ᾿ ἄρυσαι νάματος ἁδὺ πόμα,
ὄφρα τοι ἀσθμαίνοντα πόνοις θέρεος φίλα γυῖα
ἀμπαύσῃς πνοιῇ τυπτόμενα Ζεφύρου.
 
 
 

AP 9.314 = G.P. XVII (730-3) = Geogh. 17

Ἑρμᾶς τᾷδ᾿ ἕστακα παρ' ὄρχατον ἠνεμόεντα
ἐν τριόδοις πολιᾶς ἐγγύθεν ἀιόνος,
ἀνδράσι κεκμηῶσιν ἔχων ἄμπαυσιν ὁδοῖο·
ψυχρὸν δ᾿ ἀχραὲς κράνα ὑποϊάχει.
 
 
 

ΑΡ16.228 = G.P. XVIII (734-7) = Geogh. 18

Ξεῖν᾿, ὑπὸ τὰν πέτραν τετρυμένα γυῖ' ἀνάπαυσον·
ἁδύ τοι ἐν χλωροῖς πνεῦμα θροεῖ πετάλοις·
πίδακά τ᾿ ἐκ παγᾶς ψυχρὸν πίε· δὴ γὰρ ὁδίταις
ἄμπαυμ᾿ ἐν θερμῷ καύματι τοῦτο φίλον.
 
 
 

ΑΡ16.231 = G.P. IXX (738-41) = Geogh. 19

Τίπτε κατ᾿ οἰόβατον, Πὰν ἀγρότα, δάσκιον ὕλαν
ἥμενος ἁδυβόᾳ τῷδε κρέκεις δόνακι;
Ὄφρα μοι ἑρσήεντα κατ᾿ οὔρεα ταῦτα νέμοιντο
πόρτιες ἠυτόκων δρεπτόμεναι σταχύων.
 
 
 

ΑΡ 7.190 = G.P. XX (742-5) = Geogh. 20

Ἀκρίδι, τᾷ κατ᾿ ἄρουραν ἀηδόνι, καὶ δρυοκοίτᾳ
τέττιγι ξυνὸν τύμβον ἔτευξε Μυρώ
παρθένιον στάξασα κόρα δάκρυ, δισσὰ γὰρ αὐτᾶς
παίγνι' ὁ δυσπειθὴς ᾤχετ᾿ ἔχων Ἀίδας.