AP 7.486 = G/P V (680-3) = Geogh. 5
Πολλάκι τῷδ᾿ ὀλοφυδνὰ κόρας ἐπὶ σήματι Κλείνα μάτηρ ὠκύμορον παῖδ᾿ ἐβόασε φίλαν, ψυχὰν ἀγκαλέουσα Φιλαινίδος, ἅ πρὸ γάμοιο χλωρὸν ὑπὲρ ποταμοῦ χεῦμ᾿ Ἀχέροντος ἔβα.
index grieks | vertaling | volgende