ΑP 7.208 = G/P IX (696-9) = Geogh. 9
Μνᾶμα τόδε φθιμένου μενεδαΐου εἵσατο Δᾶμις ἵππου ἐπεὶ στέρνον τοῦδε δαφοινὸν Ἄρης τύψε, μέλαν δέ οἱ αἷμα ταλαυρίνου διὰ χρωτός ζέσσ᾿, ἐπὶ δ᾿ ἀργαλέαν βῶλον ἔδευσε φόνῳ.
index Grieks | vertaling | volgende