ΑP 7.202 = G/P XI (704-7) = Geogh. 11
Οὐκέτι μ᾿ ὡς τὸ πάρος πυκιναῖς πτερύγεσσιν ἐρέσσων ὄρσεις ἐξ εὐνῆς ὄρθριος ἐγρόμενος, ἦ γάρ σ᾿ ὑπνώοντα σίνις λαθρηδὸν ἐπελθών ἔκτεινεν λαιμῷ ῥίμφα καθεὶς ὄνυχα.
index Grieks | vertaling | volgende